Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.296 Joseph. AJ 11.302 (English) >>Joseph. AJ 11.306

11.300τὸ μέντοι θεῖον οὐκ ἠμέλησεν, ἀλλὰ καὶ λαὸς διʼ αὐτὴν τὴν αἰτίαν ἐδουλώθη καὶ ναὸς ἐμιάνθη ὑπὸ Περσῶν. Βαγώσης δὲ στρατηγὸς Ἀρταξέρξου γνούς, ὅτι Ἰωάννης ἀρχιερεὺς τῶν Ἰουδαίων τὸν ἴδιον ἀδελφὸν Ἰησοῦν ἐν τῷ ἱερῷ ἐφόνευσεν, εὐθὺς ἐπιστὰς τοῖς Ἰουδαίοις μετὰ θυμοῦ ἤρξατο λέγειν· 11.301ἐτολμήσατε ἐν τῷ ἱερῷ φόνον ἐργάσασθαι.” πειρωμένου δʼ αὐτοῦ εἰσελθεῖν εἰς τὸν ναὸν ἐκώλυον αὐτόν. δὲ πρὸς αὐτοὺς ἔφη· “πῶς οὐκ ἐγὼ καθαρώτερός εἰμι τοῦ ἀνῃρημένου ἐν τῷ ναῷ;” καὶ τούτους ποιησάμενος τοὺς λόγους εἰς τὸν ναὸν εἰσέρχεται. ταύτῃ μὲν οὖν χρησάμενος τῇ ἐπινοίᾳ Βαγώσης τοὺς Ἰουδαίους ἔτεσιν ἑπτὰ ὑπὲρ τῆς Ἰησοῦ τελευτῆς μετῆλθεν. 11.302

Καταστρέψαντος δὲ τοῦ Ἰωάννου τὸν βίον διαδέχεται τὴν ἀρχιερωσύνην υἱὸς αὐτοῦ Ἰαδδοῦς. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς ὄνομα, Σαναβαλλέτης πεμφθεὶς εἰς Σαμάρειαν ὑπὸ Δαρείου τοῦ τελευταίου βασιλέως σατράπης Χουθαῖος τὸ γένος, ἐξ ὧν καὶ οἱ Σαμαρεῖς εἰσιν, 11.303εἰδὼς λαμπρὰν οὖσαν τὴν πόλιν Ἱεροσόλυμα καὶ πολλὰ τοῖς Ἀσσυρίοις καὶ τοῖς ἐν τῇ κοίλῃ Συρίᾳ κατοικοῦσιν τοὺς ἐν αὐτῇ βασιλεῖς πράγματα παρασχόντας, ἀσμένως συνῴκισεν τὴν αὐτοῦ θυγατέρα Νικασὼ καλουμένην, οἰόμενος τὴν ἐπιγαμίαν ὅμηρον αὐτῷ γενήσεσθαι πρὸς τὴν ἀπὸ τοῦ τῶν Ἰουδαίων ἔθνους παντὸς εὔνοιαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.296 Joseph. AJ 11.302 (English) >>Joseph. AJ 11.306

Powered by PhiloLogic